Κυριακή, 5 Απριλίου 2015

ΚΥΡΙΛΛΟΥ ΛΑΥΡΙΩΤΟΥ. ΣΥΝΑΞΑΡΙΟΝ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΒΑΪΩΝ

 Κυρίλλου ἱερομονάχου Λαυριώτου, Συναξάρια Τριωδίου καί Πεντηκοσταρίου.
   [Ἐκδίδονται ἀπό τόν κώδ. Σκήτης Καυσοκαλυβίων 107

(φ. 44α)
                            Τ Κυριακ τῶν Βαΐων.
  Τῇ αὐτῇ ἡμέρᾳ, ἔχομεν καί τήν παροῦσαν χαρμόσυνον Κυριακήν τῶν Βαΐων.

           Στίχοι: Ἄνω σε κόλπος πατρικός σῶτερ φέρει.
                       κάτω δέ πῶλος, ὤ πόσον κενῇ πόσε.
                       πώλῳ καθίσας, ὁ λόγῳ τείνας πόλον,
                       βροτούς ἐκζητεῖ, λῦσαι τῆς ἀλογίας.
 
Η ΒΑΪΟΦΟΡΟΣ. ΤΟΙΧΟΓΡΑΦΙΑ ΣΤΟ ΚΥΡΙΑΚΟ ΤΗΣ ΣΚΗΤΗΣ ΚΑΥΣΟΚΑΛΥΒΙΩΝ. ΕΡΓΑΣΤΗΡΙΟ ΠΑΡΘΕΝΙΟΥ ΤΟΥ ΕΞ ΑΓΡΑΦΩΝ ΤΟΥ ΣΚΟΥΡΤΟΥ. Β΄ ΜΙΣΟ 18ου ΑΙΩΝΑ
  Ταύτην τήν περιφανῆ καί κοσμοχαρμόσυνον ἑορτήν τῶν // (φ. 44β) Βαΐων ἑορτάζομεν δι’ αἰτίαν τοιαύτην. Παλαιά συνήθεια ἐπεκράτει πάσαις ταῖς πόλεσιν, ὅτι ὅσοι ἄνθρωποι ἐνίκον τούς ἀγῶνας ἤ καί ἐν τοῖς πολέμοις ὅσοι ἐνίκον τούς ἐχθρούς, οὗτοι νικηταί ἐλέγοντο. Οὕσπερ ὡς νικητάς ἐστεφάνουν κλάδοις ἁπαλοῖς ἐλαίας καί δάφνης. Ἔδιδον δέ καί ἐν τ χειρί φέρειν κλάδον φοίνικος. Ἐπειδή δέ, ὡς ἴδον τότε οἱ παῖδες τῶν Ἑβραίων τόν Ἰησοῦν ἐρχόμενον εἰς τήν πόλιν Ἱερουσαλήμ, ὡς νικητήν τοῦ θανάτου τοῦτον ἐπροϋπήντησαν. Πανταχοῦ γάρ ἐβεβαιώθη, ὅτι ὁ Ἰησοῦς νικήσας τόν θάνατον, ὡς ἐξ ὕπνου ἤγειρε τόν τέσσαρας ἡμέρας ἔχοντα τεθαμμένον ἐν τ μνήματι, τόν δίκαιον λέγω Λάζαρον. 
  Προϋπαντῶντες οὖν τόν Ἰησοῦν ὡς νικητήν τοῦ θανάτου, ἔκοπτον κλάδους ἀπό τῶν δένδρων. Καί ἄλλους μέν κλάδους βαστάζοντες εἰς τάς χεῖρας αὐτῶν, ἔσειον τούτους αὐτ βοῶντες μεγαλοφώνως, «Ὡσανά τ υἱ Δαβίδ, εὐλογημένος ὁ ἐρχόμενος» (αὐτό δέ τό, ὡσανά, δηλοῖ τιμή, αἶνος ἔστω· ἤγουν, ἄς εἶναι δόξα καί τιμή τ υἱ τοῦ Δαβίδ, ὡσάν νά ἔλεγον, δοξασμένος ἄς εἶναι οὗτος ὁ Ἰησοῦς, ὅστις κατάγεται ἀπό τό γένος τοῦ βασιλέως Δαβίδ· δοξασμένος ἄς εἶναι καί εὐλογημένος αὐτός ὁ ἐρχόμενος, ὡσάν ὁποῦ ἐνίκησε τόν Ἅδην τόν θάνατον καί ἤγειρεν ἐκ τοῦ μνήματος νεκρόν τεταρταῖον). Ἄλλους δέ κλάδους ἔριπτον καί ἔστρωναν εἰς τήν ὁδόν, ὁμοίως καί τά ἱμάτια αὐτῶν, ἵνα ἐρχόμενος ὁ Ἰησοῦς καθήμενος ἐπί τό ζῶον, πατ καί περιπατ ἐπάνω εἰς ταῦτα, ὅπερ ἐστί σημεῖον βασιλικόν. 
  Οὗτος δέ ὁ λόγος, βαΐα, ἑβραϊκός ἐστί. Ἐπειδή βαΐ λέγεται ὁ ἁπαλός κλάδος. Αὐτά τά βαΐα βαστάζομεν καί ἡμεῖς // (φ. 45α) σήμερον διά τρία τινά αἴτια. Πρῶτον, εἰς τιμήν καί δόξαν τοῦ νικοποιοῦ καί νικητοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Δεύτερον, εἰς ἀνάμνησιν καί ἐνθύμησιν τοῦ τότε γεγονότος ὁποῦ προείπομεν ὅτι ἐδέχθησαν οἱ Ἰουδαῖοι μετά Βαΐων τόν Ἰησοῦν Χριστόν εἰσερχόμενον εἰς τήν Ἱερουσαλήμ. Καί τρίτον, ὅτι τρόπον τινα καί ἡμεῖς εὑρισκόμενοι εἰς τόν ἀγῶνα καί εἰς τόν πόλεμον εἰς ταύτην τήν ἀπερασμένην ἁγίαν νηστείαν, ἐνικήσαμεν τούς ἐχθρούς μας τούς νοητούς, τούς δαίμονες δηλαδή, καί ὡς νικηταί βαστάζομεν καί ἐπισείομεν καί ταῦτα τά βαΐα. 
 Τ ἀφάτῳ εὐσπλαγχνίᾳ σου Χριστέ ὁ Θεός ἡμῶν, ποίησον ἡμᾶς νικητάς τῶν παραλόγων παθῶν, καί ἀξίωσον ἰδεῖν καί προσκυνεῖσαι, τήν φαιδράν καί ζωηφόρον σου ἀνάστασιν καί ἐλέησον ἡμᾶς. Ἀμήν.


 Ἀπόσπασμα ἀπό τή μελέτη τοῦ μοναχοῦ Παταπίου Καυσοκαλυβίτου: 
«Ὁ ἁγιορείτης λόγιος Κύριλλος Λαυριώτης καί τά ἀνέκδοτα Συναξάρια τοῦ Τριωδίου καί τοῦ Πεντηκοσταρίου. Συμβολή στή μελέτη τοῦ ἔργου του», Γρηγόριος ὁ Παλαμᾶς 844 (2012) 27-72.