Συναξάρια εἰς τὰς ἐπισήμους ἡμέρας τοῦ Τριωδίου.
Συντεθέντα μὲν ἀρίστως ὑπὸ τοῦ Σοφωτάτου κυρίου Νικηφόρου τοῦ Ξανθοπούλου·
συντμηθέντα δὲ νῦν λίαν συνεπτυγμένως παράτινος πάνυ ἀμαθοῦς ἱερομονάχου
Λαυριώτου.
Ἐκδίδονται ἀπό τόν κώδ. Σκήτης Καυσοκαλυβίων 107, φφ. 39α-39β
Τῇ Κυριακῇ τῆς Ὀρθοδοξίας.
Τῇ αὐτῇ ἡμέρᾳ συνέτυχε καὶ ἡ πρώτη Κυριακὴ τῶν
πανσέπτων νηστειῶν, ἐν ᾗ φαιδρῶς ἑορτάζομεν
τὴν ἀναστήλωσιν τῶν θείων καὶ ἁγίων εἰκόνων.
πανσέπτων νηστειῶν, ἐν ᾗ φαιδρῶς ἑορτάζομεν
τὴν ἀναστήλωσιν τῶν θείων καὶ ἁγίων εἰκόνων.
Στίχοι: Τὰς οὐ πρεπόντως ἐξορίστους εἰκόνας,
χαίρω πρεπόντως προσκυνουμένας βλέπων.
Τῇ πρώτῃ Κυριακῇ τῶν νηστειῶν, τὴν ὀρθοδοξίαν
καὶ τὴν ἀναστήλωσιν τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων, ἅπασα ἡ εὐσεβεστάτη
τοῦ Χριστοῦ ἐκκλησία ἑορτάζειν παρέλαβε, γενομένην παρὰ τῆς ἁγίας
καὶ μακαρίας Θεοδώρας βασιλίσσης, καὶ τοῦ ἁγίου Μεθοδίου πατριάρχου
Κωνσταντινουπόλεως. Καὶ γὰρ κακῶς τελευτήσαντος τοῦ δυσεβοῦς ἐκείνου
βασιλέως Θεοφίλου, ἡ τούτου σύζυγος βασίλισσα Θεοδώρα, εὐθὺς νόμῳ
συνοδικῷ καὶ ψήφῳ παντὸς τοῦ κλήρου, τὸν ἱερὸν ἐκεῖνον καὶ ἅγιον Μεθόδιον,
κανονικὸν Πατριάρχην τίθησι. Ἔπειτα συναγαγόντες οὗτοι οἱ δύο,
ἡ βασίλισσα καὶ ὁ πατριάρχης τὸν λαὸν ἅπαντα, καὶ τὸν κλῆρον ὁμοῦ,
ἐν τῇ τοῦ Θεοῦ Λόγου μεγάλῃ ἐκκλησίᾳ παραγίνονται, καὶ κοινὴν οἱ
πάντες δέησιν ποιοῦνται ὑπὲρ τοῦ Θεοφίλου βασιλέως ἐν ὅλῃ τῇ πρώτῃ
ἑβδομάδι τῶν νηστειῶν. Τότε ἡ βασίλισσα Θεοδώρα βλέπει ἐν ὀνείρῳ
εἰς τὰ ξημερώματα τῆς Παρασκευῆς // ὅτι εὑρέθη εἰς τὸν στύλον τοῦ Φόρου,
καὶ ἔβλεπεν μερικοὺς ἀπερχομένους μετὰ πολλοῦ θορύβου βαστάζοντες
διάφορα ὄργανα καὶ ἐργαλεῖα κολαστικά, καὶ ἐν τῷ μέσῳ αὐτῶν δέσμιον
εἶχον καὶ περιηγκωνισμένον αὐτὸν τὸν Θεόφιλον. Καὶ ἀφοῦ ἔφθασαν
εἰς τὴν Χαλκὴν πύλην, εἶδεν ἕνα ἄνδρα θαυμάσιον καθήμενον ἔμπροσθεν
τῆς εἰκόνος τοῦ δεσπότου Χριστοῦ. Τούτου προσέπεσεν εἰς τοὺς πόδας ἡ
βασίλισσα καὶ ἐπαρακάλει αὐτὸν διὰ τὸν Θεόφιλον. Ὁ δὲ θαυμάσιος ἐκεῖνος
λέγει αὐτῇ, «Μεγάλη σου ἡ πίστις γύναι. Γίνωσκε λοιπὸν ὅτι διὰ τὰ δάκρυὰ
σου καὶ διὰ τὴν πίστιν σου καὶ διὰ τὴν δέησιν τῶν ἱερέων μου, ἰδοῦ συγχωρῶ
τὸν Θεόφιλον». Καὶ ταῦτα ἡ βασίλισσα Θεοδώρα ἔβλεπεν ἐν ὀνείροις.
Ὁ δὲ Πατριάρχης Μεθόδιος γράψας ἐν χάρτῃ τὰ ὀνόματα τῶν αἱρετικῶν
βασιλέων καὶ αὐτοῦ τοῦ Θεοφίλου, τὰ ἔβαλεν ὑποκάτω τῆς ἁγίας τραπέζης.
Εἰς δὲ τὰ ξημερώματα τῆς Παρασκευῆς, καὶ αὐτὸς ὁρᾶ προσευχόμενος
καὶ βλέπει ἄγγελον φοβερὸν λέγοντα αὐτῷ, «Εἰσηκούσθη ἡ δέησίς σου
ἐπίσκοπε. Ὁ βασιλεὺς Θεόφιλος ἐσυγχωρήθη. Ὅμως ἄλλην φορὰν διὰ
τοιαῦτα μὴ πειράζετε τὸν Θεόν». Ἀκούσας ταῦτα ὁ θεῖος Μεθόδιος, λαβὼν
τὸν χάρτην ἐν ᾧ
ἔγραψε τὰ ὀνόματα τῶν αἱρετικῶν βασιλέων, βλέπει καὶ παντελῶς δὲν ἦτον γεγραμμένον τὸ ὄνομα τοῦ Θεοφίλου, ἐπειδὴ εὐθὺς καὶ τὸ ὄνομα αὐτοῦ ἐξαλείφθη ἀπὸ τῆς στάσεως τῶν αἱρετικῶν. Τότε θαυμάσαντες ἅπαντες τὴν φιλανθρωπίαν τοῦ Θεοῦ, ἐποίησαν λιτανείαν μετὰ τῶν ἁγίων εἰκόνων καὶ μετὰ τοῦ τιμίου Σταυροῦ, προπορευομένης τῆς βασιλίσσης μετὰ τοῦ υἱοῦ αὐτῆς Μιχαήλ, [καί] τοὺς μὲν εἰκονομάχους ἅπαντες ἀναθεμάτισαν, τοὺς δὲ εὐσεβεῖς εὐφήμησαν. Καὶ τότε ὥρισαν οὖτοι οἱ ἅγιοι Πατέρες, ἵνα καθ΄ ἕκαστον ἐνιαυτὸν τὴν τοιαύτην πανήγυριν ποιῶσιν οἱ εὐσεβεῖς, δοξάζοντες καὶ ὑμνοῦντες τὸν Θεὸν εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἀπόσπασμα ἀπό τή μελέτη τοῦ μοναχοῦ Παταπίου Καυσοκαλυβίτου:
«Ὁ ἁγιορείτης λόγιος Κύριλλος Λαυριώτης
καὶ τὰ ἀνέκδοτα Συναξάρια τοῦ Τριωδίου καὶ τοῦ Πεντηκοσταρίου.
Συμβολὴ στὴ μελέτη τοῦ ἔργου του», πού δημοσιεύτηκε στό περιοδικό Γρηγόριος ὁ Παλαμᾶς 844 (2012)
27-72.